ÜBER DIE KUNST, INNERLICH FREI ZU SEIN
ENCHEIRIDION
1. Τῶν ὄντων τὰ μέν ἐστιν ἐϕ’ ἡμῖν, τὰ δὲ οὐκ ἐϕ’ ἡμῖν. ἐϕ’ ἡμῖν μὲν ὑπόληψις, ὁρμή, ὄρεξις, ἔκκλισις καὶ ἑνὶ λόγῳ ὅσα ἡμέτερα ἔργα• οὐκ ἐϕ’ ἡμῖν δὲ τὸ σῶμα, ἡ κτῆσις, δόξαι, ἀρχαὶ καὶ ἑνὶ λόγῳ ὅσα οὐχ ἡμέτερα ἔργα. καὶ τὰ μὲν ἐϕ’ ἡμῖν ἐστὶ ϕύσει ἐλεύθερα, ἀκώλυτα, ἀπαραπόδιστα, τὰ δὲ οὐκ ἐϕ’ ἡμῖν ἀσθενῆ, δοῦλα, κωλυτά, ἀλλότρια. μέμνησο οὖν, ὅτι, ἐὰν τὰ ϕύσει δοῦλα ἐλεύθερα οἰηθῇς καὶ τὰ ἀλλότρια ἴδια, ἐμποδισθήσῃ, πενθήσεις, ταραχθήσῃ, μέμψῃ καὶ θεοὺς καὶ ἀνθρώπους, ἐὰν δὲ τὸ σὸν μόνον οἰηθῇς σὸν εἶναι, τὸ δὲ ἀλλότριον, ὥσπερ ἐστίν, ἀλλότριον, οὐδείς σε ἀναγκάσει οὐδέποτε, οὐδείς σε κωλύσει, οὐ μέμψῃ οὐδένα, οὐκ ἐγκαλέσεις τινί, ἄκων πράξεις οὐδὲ ἕν, οὐδείς σε βλάψει, ἐχθρὸν οὐχ ἕξεις, οὐδὲ γὰρ βλαβερόν τι πείσῃ.
Τηλικούτων οὖν ἐϕιέμενος μέμνησο, ὅτι οὐ δεῖ μετρίως κεκινημένον ἅπτεσθαι αὐτῶν, ἀλλὰ τὰ μὲν ἀϕιέναι παντελῶς, τὰ δ’ ὑπερτίθεσθαι πρὸς τὸ παρόν. ἐὰν δὲ καὶ ταῦτ’ ἐθέλῃς καὶ ἄρχειν καὶ πλουτεῖν, τυχὸν μὲν οὐδ’ αὐτῶν τούτων τεύξῃ διὰ τὸ καὶ τῶν προτέρων ἐϕίεσθαι, πάντως γε μὴν ἐκείνων ἀποτεύξῃ, δι’ ὧν μόνων ἐλευθερία καὶ εὐδαιμονία περιγίνεται.
Εὐθὺς οὖν πάσῃ ϕαντασίᾳ τραχείᾳ μελέτα ἐπιλέγειν ὅτι “ϕαντασία εἶ καὶ οὐ πάντως τὸ ϕαινόμενον.” ἔπειτα ἐξέταζε αὐτὴν καὶ δοκίμαζε τοῖς κανόσι τούτοις οἷς ἔχεις, πρώτῳ δὲ τούτῳ καὶ μάλιστα, πότερον περὶ τὰ ἐϕ’ ἡμῖν ἐστὶν ἢ περὶ τὰ οὐκ ἐϕ’ ἡμῖν• κἂν περί τι τῶν οὐκ ἐϕ’ ἡμῖν ᾖ, πρόχειρον ἔστω τὸ διότι “ οὐδὲν πρὸς ἐμέ.”
2. Μέμνησο, ὅτι ὀρέξεως ἐπαγγελία ἐπιτυχία οὗ ὀρέγῃ, ἐκκλίσεως ἐπαγγελία τὸ μὴ περιπεσεῖν ἐκείνῳ ὃ ἐκκλίνεται, καὶ...